Τετάρτη 13 Απριλίου 2011

Ο ΚΥΡΙΟΣ ΕΡΧΕΤΑΙ ...

Ὁ θάνατος ἄρχεται, ἐκδειματοῦσθαι τὴν πρὸς αὐτόν σου, ἄφιξιν Χριστὲ αἰσθόμενος· ὡς ζωὴ γάρ, φροῦδον αὐτὸν δείξεις τοῖς πέρασιν. 

Ὁ Ἅδης προσδοκάσθω ὀλοθρευθῆναι· ἡ γὰρ ζωὴ ἐπελεύσεται, τὸν Λάζαρον ἐγεῖραι ἀναβοῶντα· Εὐλογεῖτε ὑμνεῖτε, καὶ ὑπερυψοῦτε τὸν Κύριον. 
 
Ὁ Κύριος ἔρχεται, καθίσαι ὥσπερ γέγραπται, ἐπὶ τοῦ πώλου, λαοὶ ἑτοιμάσθητε, προσδέξασθαι ἐν φόβῳ, τὸν πάντων Βασιλέα, μετὰ Βαΐων ὡς νικητήν, τοῦ θανάτου καὶ τοῦ ᾍδου, ἐξεγείραντα τὸν Λάζαρον.