Δευτέρα, 11 Απριλίου 2011

ΔΙΣΗΜΕΡΕΥΕΙ ΛΑΖΑΡΟΣ ΕΝ ΤΩ ΤΑΦΩ ΤΟΥΣ ΑΠ ΑΙΩΝΟΣ ΒΛΕΠΕΙ ΘΑΝΕΝΤΑΣ

Δισημερεύει Λάζαρος ἐν τῷ τάφῳ, τοὺς ἀπ' αἰῶνος βλέπει θανέντας· ἐκεῖ τεθέαται δείματα ξένα, πληθὺν ἀναρίθμητον, Aδου κρατουμένην τοῖς δεσμοῖς· διὸ αἱ σύγγονοι θρηνοῦσι πικρῶς προσβλέπουσαι τὸν τάφον αὐτοῦ, Χριστὸς δὲ ἥκει ζωῶσαι τὸν φίλον τὸν ἑαυτοῦ, τοῦ μίαν παρὰ πάντων ἐπιτελεῖσθαι συμφωνίαν. Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.