Τετάρτη, 13 Απριλίου 2011

Ο ΚΥΡΙΟΣ ΕΡΧΕΤΑΙ ...

θάνατος ἄρχεται, ἐκδειματοῦσθαι τὴν πρὸς αὐτόν σου, ἄφιξιν Χριστὲ αἰσθόμενος· ὡς ζωὴ γάρ, φροῦδον αὐτὸν δείξεις τοῖς πέρασιν. 

Ἅδης προσδοκάσθω ὀλοθρευθῆναι· ἡ γὰρ ζωὴ ἐπελεύσεται, τὸν Λάζαρον ἐγεῖραι ἀναβοῶντα· Εὐλογεῖτε ὑμνεῖτε, καὶ ὑπερυψοῦτε τὸν Κύριον. 
 
Κύριος ἔρχεται, καθίσαι ὥσπερ γέγραπται, ἐπὶ τοῦ πώλου, λαοὶ ἑτοιμάσθητε, προσδέξασθαι ἐν φόβῳ, τὸν πάντων Βασιλέα, μετὰ Βαΐων ὡς νικητήν, τοῦ θανάτου καὶ τοῦ ᾍδου, ἐξεγείραντα τὸν Λάζαρον.