Σταυρωθέντος σου Χριστέ, πᾶσα ἡ Κτίσις βλέπουσα ἔτρεμε, τὰ θεμέλια τῆς γῆς, διεδονήθησαν φόβῳ τοῦ κράτους σου, σοῦ γὰρ ὑψωθέντος σήμερον, γένος Ἑβραίων ἀπώλετο, τοῦ Ναοῦ τὸ καταπέτασμα, διεῤῥάγη διχῶς, τὰ μνημεῖα ἠνεῲχθησαν, καὶ νεκροὶ ἐκ τῶν τάφων ἐξανέστησαν. Ἑκατόνταρχος ἰδὼν τὸ θαῦμα, ἔφριξε, παρεστῶσα δὲ ἡ Μήτηρ σου, ἐβόα θρηνῳδοῦσα μητρικῶς, Πῶς μὴ θρηνήσω, καὶ τὰ σπλάγχνα μου τύψω, ὁρῶσά σε γυμνόν, ὡς κατάκριτον ἐν ξύλῳ κρεμάμενον; Ὁ σταυρωθεὶς καὶ ταφείς, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
" η Σταύρωση" πίνακας από το Μουσείο του Λούβρου
| |